εἶἑν. καλὴ δ’ ἁρμονία πῶς γένοιτ’ ἂν εἴ τις ἔροιτό με
καὶ ἐκ ποίων θεωρημάτων, οὐκ ἄλλως πως μὰ Δία φαίην ἂν
οὐδ’ ἐξ ἄλλων τινῶν ἢ ἐξ ὧνπερ ἡ ἡδεῖα· τὰ γὰρ αὐτὰ 10
ποιητικὰ ἀμφοῖν, μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ
μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον.
ὥσπερ γὰρ ἡδεῖά τις γίνεται λέξις, οὕτω καὶ γενναία τις
ἑτέρα, καὶ ῥυθμὸς ὥσπερ γλαφυρός τις, οὕτω καὶ σεμνός τις
ἕτερος, καὶ τὸ μεταβάλλειν ὥσπερ χάριν ἔχει, οὕτω καὶ 15
πίνον· τὸ δὲ δὴ πρέπον εἰ μὴ τοῦ καλοῦ πλεῖστον ἕξει
μέρος, σχολῇ γ’ ἂν ἄλλου τινός. ἐξ ἁπάντων δή φημι
τούτων ἐπιτηδεύεσθαι δεῖν τὸ καλὸν ἐν ἁρμονίᾳ λέξεως ἐξ
ὧνπερ καὶ τὸ ἡδύ. αἰτία δὲ κἀνταῦθα ἥ τε τῶν γραμμάτων
φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· 20
ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν, ὥσπερ ὑπεσχόμην.