καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι
πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ τῶν ὑποκειμένων
τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν
ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ
τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί 5
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
σκέπτετ’ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα 10
μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ
πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας
ὁμοιότητας· ὑφ’ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν
καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε
[159]