XVII

ἐπεὶ δὲ καὶ τοὺς ῥυθμοὺς ἔφην οὐ μικρὰν μοῖραν ἔχειν      5
τῆς ἀξιωματικῆς καὶ μεγαλοπρεποῦς συνθέσεως, ἵνα μηδεὶς
εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας
εἰς οὐ ῥυθμικὴν οὐδ’ ἔμμετρον εἰσάγοντα διάλεκτον, ἀποδώσω
καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ’ οὕτως·

πᾶν ὄνομα καὶ ῥῆμα καὶ ἄλλο μόριον λέξεως, ὅ τι μὴ      10
μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δ’ αὐτὸ καλῶ
πόδα καὶ ῥυθμόν. δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τρεῖς.
ἢ γὰρ ἐξ ἀμφοτέρων ἔσται βραχειῶν ἢ ἐξ ἀμφοτέρων μακρῶν
ἢ τῆς μὲν βραχείας, τῆς δὲ μακρᾶς. τοῦ δὲ τρίτου τούτου
ῥυθμοῦ διττὸς ὁ τρόπος· ὁ μέν τις ἀπὸ βραχείας ἀρχόμενος      15
καὶ λήγων εἰς μακράν, ὁ δ’ ἀπὸ μακρᾶς καὶ λήγων εἰς βραχεῖαν.
ὁ μὲν οὖν βραχυσύλλαβος ἡγεμών τε καὶ πυρρίχιος
καλεῖται, καὶ οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα
δ’ αὐτοῦ τοιόνδε

λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.      20

[169]

think there is need to multiply examples. All his Catalogue of the towns is on the same high level, and so are many other passages in which, being compelled to take words not naturally beautiful, he places them in a setting of beautiful ones, and neutralizes their offensiveness by the shapeliness of the others. On this branch of my subject I have now said enough.

Share on Twitter Share on Facebook