XVIII

ὧν δ’ ἕνεκα νῦν ὑπήχθην ταῦτα προειπεῖν (οὐ γὰρ δὴ τὴν
ἄλλως γέ μοι προὔκειτο μετρικῶν καὶ ῥυθμικῶν ἅπτεσθαι
θεωρημάτων, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα), ταῦτ’ ἐστίν, ὅτι διὰ
μὲν τῶν γενναίων καὶ ἀξιωματικῶν καὶ μέγεθος ἐχόντων
ῥυθμῶν ἀξιωματικὴ γίνεται σύνθεσις καὶ γενναία καὶ μεγαλοπρεπής,      10
διὰ δὲ τῶν ἀγεννῶν τε καὶ ταπεινῶν ἀμεγέθης τις
καὶ ἄσεμνος, ἐάν τε καθ’ ἑαυτοὺς ἕκαστοι τούτων λαμβάνωνται
τῶν ῥυθμῶν, ἐάν τε ἀλλήλοις κατὰ τὰς ὁμοζυγίας
συμπλέκωνται. εἰ μὲν οὖν ἔσται δύναμις ἐξ ἁπάντων τῶν
κρατίστων ῥυθμῶν συνθεῖναι τὴν λέξιν, ἔχοι ἂν ἡμῖν κατ’      15
εὐχήν· εἰ δ’ ἀναγκαῖον εἴη μίσγειν τοῖς κρείττοσι τοὺς
χείρονας, ὡς ἐπὶ πολλῶν γίνεται (τὰ γὰρ ὀνόματα κεῖται τοῖς
πράγμασιν ὡς ἔτυχεν), οἰκονομεῖν αὐτὰ χρὴ φιλοτέχνως καὶ
διακλέπτειν τῇ χάριτι τῆς συνθέσεως τὴν ἀνάγκην ἄλλως τε
καὶ πολλὴν τὴν ἄδειαν ἔχοντας· οὐ γὰρ ἀπελαύνεται ῥυθμὸς      20
οὐδεὶς ἐκ τῆς ἀμέτρου λέξεως, ὥσπερ ἐκ τῆς ἐμμέτρου.

μαρτύρια δὲ ὧν εἴρηκα παραθεῖναι λοιπόν, ἵνα μοι καὶ
πίστιν ὁ λόγος λάβῃ. ἔσται δ’ ὀλίγα περὶ πολλῶν. φέρε
δή, τίς οὐκ ἂν ὁμολογήσειεν ἀξιωματικῶς τε συγκεῖσθαι καὶ

[177]

language, metrical or unmetrical, and from them are formed lines and clauses. All other feet and rhythms are but combinations of these. A simple rhythm, or foot, will not be less than two syllables, nor will it exceed three. I do not know that more need be said on this subject.

Share on Twitter Share on Facebook